Ancient Greek
P.Mil. Vogl. 2 76
Documentary Papyri, P.Mil. Vogl. 2 76
Not analysed yet
Διωγενὶς Κρονίωι τῶι φιλτάτωι χαίρειν. Καμὲ ἀνελθοῦσαν πρὸς ὑμᾶς ἐν Ταλεὶ προσδέχεσθε· ἀλλʼ εὔχομαι παραγενομένη ἐν μηδενὶ ὑμᾶς μέμψασθαι, ὅπερ ἐλπίζω μηδὲν τούτων γενήσεσθαι. πάντα δὲ τὰ κατʼ ἐμὲ Λούριος ὁ ἀδελφὸς μεταδώσει ὑμῖν. ἐρρῶσθαί σε βούλομαι. ἀσπάζου πάντας τοὺς ἐμοὺς καὶ Ἰσιδώραν καὶ ὑπαγέτω εἰς …δέσκαλον ἐὰν Διδυμᾶς ἀντιλέγηι τῇ ἀποδόσει Λουρίωι, προένεγκον τὴν κίστην μου καὶ σφραγίσας αὐτοῦ τὰ γραμματεῖα πέμψον. Ἐπεὶφ κ. ἐὰν δὲ καὶ χρείαν αὐτοῦ ἔχῃς εἰς ἀρταβίαν ἢ ἄλλο τι, πορεύου πρὸς αὐτὸν καὶ πάντα ποιήσει …Διωγενίδος.