Ancient Greek
P.Mil. Vogl. 2 77
Documentary Papyri, P.Mil. Vogl. 2 77
Not analysed yet
……ρ…α…τὸν αὐτὸν τούτου τοῦ χρόνου τον…ρ…ν καὶ πώλησον τὸν ἐπάρκιον σῖτον καὶ σύλλεξον τὸν χαλκὸν παρὰ σεαυτῷ ἐν ὅσῳ ἔρχομαι, ἐπεὶ χρείαν ἔχω. ὕπαγε δὲ καὶ παρὰ Μυρτάλην καὶ αἴτησον αὐτὴν τὸν χαλκόν· ἐὰν δέ σοι μὴ θέλῃ δοῦναι, ἔγκλεισον αὐτήν. βλεπε δὲ μὴ ἔλθω καὶ εὕρω τὸν τοῖχον ἀνοικοδόμητον. καὶ τὴν ἐξέδραν σκεύασον καὶ τὸ τρίκλινον στρωθήτω, καθὼς Ἀπφὺς θελήσηι ἐκεῖ γενέσθαι, τὰ κρόκια καὶ τὰ ἱμάτια ἐκτίνασσε· καὶ βλέπετε τὰ παιδία καὶ τὰ εἰς οἶκον. βλέπε Εἰσιδώραν τὴν μικράν. ἐρρῶσθαί σε εὔχομαι Παχὼν κε. …απ…οι…ιε ἀλλὰ τὰς κλείδας …ηπερ…εε…νοις επι…γ… …παραγένωμαι· φροντὶς δέ σοι ἔστω …ναι, ἵνα παραγένωμαι …πράξις προσδιδ…ι και ……Διωγενίδος …