Ancient Greek
P.Mil. Vogl. 3 129
Documentary Papyri, P.Mil. Vogl. 3 129
Not analysed yet
Καλλιστράτῃ στρατηγῷ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰΣαβείνου τοῦ καὶ Νίννου Πτολεμαίου. ἀμφισβητήσεως ἐνεστώσης μου καὶ τῶν οἰκείων μου καὶ Πόσι καὶ Κρονίωνος φροντιστῶν γενομένων τῶν ὑπαρχόντων Πάτρωνος Γεμείνου τετελευτηκότος καὶ φροντιστῶν καὶ δούλων Παυλείνου αἰγιαλοφύλακος ἐπὶ Γελλίῳ Βάσσωι τῷ τιμιωτάτῳ ἐπιστρατήγωι καὶ τοῦ πράγματος ὑπερτεθέντος ἐπὶ τὸν κράτιστον ἡγεμόνα Πετρώνιον Μαμερτεῖνον, ἀξιῶ διʼ ἑνὸς τῶν περί σε ὑπηρετῶν μεταδοθῆναι τοῦδε τοῦ διαστολικοῦ τὸ ἴσον τῷ τε Πόσι καὶ Κρονίωνι, ἵνʼ εἰδῶσι ὀφείλειν αὐτοὺς παρεῖναι ἐπὶ τὸ ἱερώτατον τοῦ κρατίστου ἡγεμόνος βῆμα ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιῆται πρὸς τὴν τοῦ πραάγματος διάγνωσιν. Ἡρακλείδης δοθεὶς εἰς κλῆρον ὑπηρετῶν μεταδέδωκα τὸ προγεγραμμένον ἐπιδικασθέντι μοι συνόντος Σαβείνου ἐν τῷ ἐνώπιον ὡς καθήκει. ἔτους ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχὶρ γ.