Ancient Greek
P.Mil. Vogl. 3 130
Documentary Papyri, P.Mil. Vogl. 3 130
Not analysed yet
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διʼ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Νικαρίου τοῦ Δωρίωνος ἀπὸ …καὶ …Ἀμμωνίου ……ἀπὸ κώμης Θεογονίδος, τῶν δύο. βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη δ ἀπὸ τοῦ ἐνεστῶτος ϛ ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας εἴκοσι μίαν ἐν μιᾷ σφραγῖδι Βουβάλου λεγομένας, τῷ μὲν πρώτῳ ἔτει ἀρούρας μὲν δέκα εἰς σπορὰν πυροῦ, ἐκφορίου σὺν αἷς λημψόμεθα σπερμάτων πυροῦ ἀρτάβαις δέκα πυροῦ ἀρταβῶν ἑκατὸν δέκα ,διὰ τὸ ἀπὸ …του εἶναι, τὰς δὲ λοιπὰς ἀρούρας ἕνδεκα εἰς σπορὰν χόρτου σεαυτῷ κατασπείρων εἰς κατάβρωμα προβάτων, λαμβανόντων ἡμῶν ὑπὲρ ἔργων τῶν ἀρουρῶν ἕνδεκα ἑκάστης ἀρούρης δραχμὰς τέσσαρας ,τῷ δὲ δευτέρῳ ἔτει ,τῆς μισθώσεως τὰς μὲν ἀρούρας ἕνδεκα ,εἰς σπορὰν πυροῦ, ἐκφορίου σὺν αἷς λημψόμεθα σπερμάτων ,πυροῦ ἀρτάβαις ἕνδεκα ,πυροῦ ἀρταβῶν ἑκατὸν τεσσαράκοντα τριῶν ,τὰς δὲ λοιπὰς ἀρούρας δέκα ἐἰς ,διδοὺς ἡμῖν ὑπὲρ ἔργων τῶν ἀρουρῶν ἕνδεκα ἑκάστης ἀρούρης δραχμὰς τέσσαρας ,τῷ δὲ τετάρτῳ ἔτει τὰς μὲν ἀρούρας ἕνδεκα εἰς σπορὰν πυροῦ, ἐκφορίου σὺν ταῖς τῶν σπερμάτων ἀρτάβαις ἕνδεκα πυροῦ ἀρταβῶν ἑκατὸν τεσσεράκοντα τριῶν ,τὰς δὲ ἀρούρας δέκα σεαυτῷ κατασπείρων εἰς κατάβρωμα προβάτων, διδοὺς ἡμῖν ὑπὲρ ἔργων τῶν ἀρουρῶν δέκα ἑκάστης ἀρούρης δραχμὰς δ ἀνυπολόγων καὶ ἀκινδύνων, ἄγοντες τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει καὶ τὰ ἐκφόρια ἀποδώσω κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, μέτρῳ ἑξαχοινίκῳ ἰδίῳ σου, τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης. Σαβῖνος γεγυμνασιαρχηκὼς μεμίσθωκα ὡς πρόκειται. ἔτους ϛ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, Ἁθὺρ κ. Νικάριν ἐπηκολούθησα, ἐξουσίας οὔσης μεταμισθοῦν. .