Ancient Greek
P.Mil. Vogl. 3 134
Documentary Papyri, P.Mil. Vogl. 3 134
Not analysed yet
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διʼ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Ὀννώφρεως Κρονίωνος τοῦ Πακήβκεως ἀπὸ κώμης Τεπτύνεως καὶ Εὐδαίμωνος Μαξίμου τοῦ Ἑρμέως ἀπὸ ἀμφόδου Ταμείων, τῶν δύο . βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν περὶ κώμην Τεπτῦνιν κλήρου ἀρούρας δύο ἥμισυ ἢ ὅσαι ἐὰν ὦσι· τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος εἰς σπορὰν χόρτου, φόρου κατʼ ἔτος ἀσπερμεὶ ἀργυρίου δραχμῶν εἴκοσι τεσσάρων · τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος εἰς σπορὰν κριθῆς, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων κριθῆς ἀρτάβαις δυσί ,τοῦ παντὸς κριθῆς ἀρταβῶν …μέτρῳ ἑξαχοινίκῳ ἰδίῳ ὑμῶν, πάντων ἀνυπολόγων …