Ancient Greek
P.Mil. Vogl. 3 135
Documentary Papyri, P.Mil. Vogl. 3 135
Not analysed yet
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος ἀφήλικι διʼ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Ὀννώφρεως Κρονίωνος τοῦ Πακήβκεως ἀπὸ κώμης Τεπτύνεως καὶ Εὐδαίμονος Μαξίμου τοῦ Ἑρμέως ἀπὸ ἀμφόδου Ταμείων, τῶν δύο . βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν περὶ κώμην Τεπτῦνιν κλήρου ἀρούρας δύο ἥμισυ ,ἢ ὅσαι ἐὰν ὦσι, τῷ μὲν πρώτῳ καὶ τρίτῳ ἔτει εἰς σπορὰν χόρτου σεαυτῷ κατασπείρων καὶ κοπὴν καὶ ξηρασίαν, δοὺς ἡμῖν ὑπὲρ τῶν ἔργων ἑκάστης ἀρούρης δραχμὰς τέσσαρας · τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ ἔτει εἰς σπορὰν κριθῆς, ἐκφορίου, σὺν αἷς λημψόμεθα σπερμάτων κριθῆς ἀρτάβαις δυσὶ ἥμισυ ,τοῦ παντὸς κριθῆς ἀρταβῶν …