Ancient Greek
P.Mil. Vogl. 3 136
Documentary Papyri, P.Mil. Vogl. 3 136
Not analysed yet
Πτολλαρίωνι ἀφήλικι υἱῷ Πτολλαρίωνος διʼ ἐπιτρόπου Σαβείνου γεγυμνασιαρχηκότος παρὰ Πάτρωνος Ζωΐλου καὶ …ρ… Δημητρίου τῶν δύο ἀπὸ ……π…ι… ἀμφόδου …βουλόμεθα μισθώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ ἐνεστῶτος ἕκτου ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας δέκα ἢ ὅσαι ἐὰν ὦσι Ε… …λεγομένας, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος ἀρούρας μὲν ἑπτὰ εἰς σπορὰν χόρτου καταβρώματος προβάτων σεαυτῷ κατασπείρων, τὰς δὲ λοιπὰς ἀρούρας τρεῖς αἱρούμεθα εἰς σπόρον πλὴν φακοῦ, ἀράκου, πυροῦ καὶ κριθῆς …