Ancient Greek
P.Mil. Vogl. 3 192
Documentary Papyri, P.Mil. Vogl. 3 192
Not analysed yet
…δ ε… Μεσορὴ ε Δείωι τῶι καὶ Ἀπολλωνίωι καὶ Ἡρώδηι τῶι καὶ Διογένει βιβλιοφύλαξι ἐγκτήσεων Ἀρσινοείτου παρὰ Πακήβκιος τοῦ Κρονίωνος τοῦ …τος τῶν ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος· κατὰ τὰ κελευσθέντα ἀπογράφομαι εἰς τὴν ἐνεστῶσαν ἡμέραν τὸ ὑπάρχον μοι ἑκκαιδέκατον μέρος οἰκίας διστέγου περὶ τὴν αὐτὴν κώμην. ἐὰν δέ τι περὶ αὐτῶν οἰκονομῶ, ἐπενέγκω τὰς περὶ αὐτῶν οἰκονομίας. Εὔδιος σεσημείωμαι.