Ancient Greek
P.Mil. Vogl. 3 193 a
Documentary Papyri, P.Mil. Vogl. 3 193a
Not analysed yet
Σατουρνείλῳ καὶ Ἀπύγχι λαογράφοις Τεβτύνεως παρὰ Κρονιαίνης τῆς Ἡρακλήου …ωτος μητρὸς Θεα… γε… ἀπὸ κώμης Τεβτύνεως μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἡρακλήου. ὑπάρχει μοι ἐν τῇ κώμῃ 𐅷μέρος οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς ἐν οἷς ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν· εἰμὶ δέ· Κρονιαίνη ἐτῶν λη ἄσημος καὶ τὴν θυγατέρα μου Ἡρῶ ἀπάτορα ἐτῶν ιγ ἄσημον. διὸ ἐπιδίδωμι. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ι.