Ancient Greek
P.Mil. Vogl. 3 193 b
Documentary Papyri, P.Mil. Vogl. 3 193b
Not analysed yet
Ἀπύγχει καὶ Σατουρνείλῳ λαογράφοις κώμης Τεβτύνεως παρὰ Τεφορσαίτος τῆς Πασίωνος …α… …ειος ἀπὸ κώμης Τεβτύνεως μετὰ κυρίου τοῦ κατὰ πατέρα ἀνεψιοῦ Τούρβωνος τοῦ Ἡρακλήου. ὑπάρχει μοι καὶ τῷ ὑπογεγραμμένῳ μου υἱῷ Ἡρακλήῳ κοινῶς ἐξ ἴσου δίμοιρον μέρος οἰκίας καὶ αὐλῆς καὶ ἐμοὶ μόνῃ δωδέκατον μέρος ἑτέρας οἰκίας, πάντων ἐν τῇ κώμῃ, ἐν οἷς ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν· καὶ εἰμὶ Τεφορσαὶς ἡ προγεγραμμένη ἐτῶν κθ καὶ τὸν γεγονότα μου ἐκ τοῦ ἀποπεπλεγμένου μοι ἀνδρὸς Ὀννώφρεως Ἁρμιύσιος υἱὸν Ἡράκληον ἀναγεγραμμένον ἐτῶν …διὸ ἐπιδίδωμι. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ κε.