Ancient Greek
P.Mil. Vogl. 3 201
Documentary Papyri, P.Mil. Vogl. 3 201
Not analysed yet
Φίλων Μελανᾷ τῶι φιλτάτωι χαίρειν. καὶ κατʼ ὄψιν σε παρεκάλεσα ἕνεκα τῶν δέκα σταθμίων τῶν ἐρίων, ὅπως ἐν τάχει αὐτὰ ἀπαρτίσῃς· καὶ νῦν ἐρωτηθεὶς σπούδασον τῷ ἀναδιδόντι σοι τὸ ἐπιστόλιον αὐτὰ δοῦναι. ἐρρῶσθαί σε εὔχομαι.