Ancient Greek
P.Mil. Vogl. 3 202
Documentary Papyri, P.Mil. Vogl. 3 202
Not analysed yet
Λιβεράλιος Κρονίωνι χαίρειν. διεπεμψάμην ὑμῖν τὸν ὄνον μετὰ τῶν βοῶν. εσθετω ἄχρι οὗ παραγένωμαι, καὶ τὰ ἀμπέλινα μετενεχθήτω εἰς Τεπτῦνιν. δέξαι δὲ παρὰ τῆς Βελλᾶτος δραχμὰς η καὶ δὸς Ἰσιδώρῳ· ἔχει δέ μου καὶ ἄλλας δραχμὰς η καὶ μετενεχθήτω καὶ κ φορτία καλάμου εἰς τὸ ἥμισυ τέταρτον. ἐρεῖς Πρωτῖ, ἐὰν μὴ παραγένωμαι μέχρι δ Αἰγυπτίων πρὸς ὑμᾶς, χρῆσαι τοῦ παρὰ τῆς ταμίας μου δραχμὰς μ καὶ πέμψον ἐπὶ σχοινία. μηδὲν αὐτῇ λέγε εἰ μὴ τῇ τετράδι.