Ancient Greek
P.Mil. Vogl. 6 264
Documentary Papyri, P.Mil. Vogl. 6 264
Not analysed yet
Τιβερίῳ Ἰουλίῳ Οὐεστινιανῷ Ἀσκληπιάδῃ τῷ καὶ Λεωνίδῃ ἱερεῖ καὶ ἀρχιδικαστῇ παρὰ Πάτρωνος τοῦ Γεμείνου. ὁ παρὰ μητέρα μου πάππος Ἡρακλείδης Σωκράτους ἐτελεύτησεν ἐπὶ τέ μοι καταδεεῖ καὶ ἀφήλιξί μου ἀδελφοῖς καὶ θυγατριδοῖς καὶ θυγατρὶ Θαυβαροῦτι· καὶ εξ…νκαταθεσεως ἐγώ τε καὶ ἡ Θαυβαροῦς ἐπεσφραγίσαμέν τινα τῶν ἀπολειφθέντων ἐν τόποις τισίν, ὧν τὴν κλεῖν παρεθέμεθα τῷ ἀλλήλων θείῳ Παυλείνῳ ἄχρι ἂν τελειώσω καὶ ἡ καταδιαίρεσις πάντων τῶν ἀπολειφθέντων ἐξ ἡμισείας γενήσεται· ἐπεὶ οὖν ἡ Θαυβαροῦς ἀγνωμονοῦσα ἐνέτυχε τῷ κρατίστῳ ἡγεμώνι καὶ ἀνεπέμφθη ἐπὶ σέ, ἐγώ τε καταδεής εἰμι καθὼς ἐκ τῆς ὄψεως ὁρᾷς, οὐ δύναμαι …στηναι τηλικαύτης τῆς …ακαιαφ… …επις… …ε…