Ancient Greek
P.Mil. Vogl. 6 265
Documentary Papyri, P.Mil. Vogl. 6 265
Not analysed yet
Μάρκωι Πετρωνίωι Μαμερτείνωι ἐπάρχωι Αἰγύπτου παρὰ Κρονίωνος τοῦ Κρονίωνος τῶν ἀπὸ κώμης Τεπτυνεως τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. Σαβεῖνος ὁ καὶ Νίννος Πτολεμαίου ἀπὸ τῆς αὐτῆς κώμης, πρᾶγμα τοῦ καθόλου πρὸς ἐμὲ μὴ ἔχων, …δωκ… μετέδωκε μοι διαστολικὸν ὑπόμνημα ὅπως παρατύχω ἐπὶ τὸ ἱερώτατόν σου βῆμα· ἐκ τοῦ διαστολικοῦ παραγενάμενος ἀξιῶ, ἐάν σοι δόξῇ, δοῦναί μοι κριτὴν πρὸς αὐτόν, ἔτι δὲ καὶ ἀνεύθυνόν με εἶναι τοῦ μὴ δεόντως μεταδοθέντος μοι ἐπὶ τῶν τόπων, διαστολικοῦ, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει.