Ancient Greek
P.Mil. Vogl. 6 269
Documentary Papyri, P.Mil. Vogl. 6 269
Not analysed yet
Φιλωτέρᾳ Πτολεμαίου ἀστῆι χωρὶς κυρίου παρὰ Αὐνέους τοῦ …ιωνος καὶ Ἥρωνος τοῦ Ἀματίου τῶν δύο ἀπὸ κώμης Τεβτύνεως τῆς Πολέμωνος μερίδος, Περσῶν τῆς ἐπιγονῆς. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος ἐνάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν καὶ σὺ ἔχεις ἐν μισθώσει ἀρούρας τριάκοντα τέταρτον ἢ ὅσαι ἐὰν ὦσι, ἐν αἷς …φ…, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἄνευ σπερμάτων κριθῆς ἀρταβῶν ἑκατὸν ἑβδομήκοντα δύο καὶ θαλλῶν κατʼ ἔτος …ἀρτάβης μιᾶς καὶ ἀλεκτόρων δύο ἀξίου ἑκάστου δραχμῶν δύο ,ἀνυπολόγων καὶ ἀκινδύνων· καὶ ἄξομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες· σπείροντες κατʼ ἔτος τὸ μὲν ἥμισυ μέρος οἷς ἐὰν αἱρώμεθα πλὴν …ο… τὸ δὲ ἄλλο ἥμισυ κριθῇ· καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσομεν ἐν μηνὶ Παῦνι μέτρωι ἑξαχοινίκῳ ἰδίῳ σου, τῶν δημοσίων φορέτρων ὄντων πρὸς ἡμᾶς τοὺς μισθουμένους · τοῦ δὲ χρόνου πληρωθέντος παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης· ἐὰν φαίνηται ἐπιχωρῆσαι. εἰσὶ δὲ αἱ ἄρουραι ἀπὸ τῶν περὶ Τεβτῦνιν οἴκου τῶν Ἀλεξανδρέων πρότερον Κλεοπάτρας βασιλίσσης ἀδελφῆς. Φιλωτέρα Πτολεμαίου χωρὶς κυρίου ἐπικεχώρηκα καθὼς πρόκειται. ἔτους …Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …