Ancient Greek
P.Mil. Vogl. 6 270
Documentary Papyri, P.Mil. Vogl. 6 270
Not analysed yet
……τὰ κατʼ ἔτος τῶν ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς· καὶ τὰ ἐκφόρια ἀποδώσω ὑμῖν κατʼ ἔτος ἐν μηνὶ Παῦνι ἐφʼ ἅλωι νέα καθαρὰ ἄδολα, τὸν δὲ φόρον ἐν μηνὶ Φαμενώθ, πρὸς ἐμὲ ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων οὔσης πρὸς ὑμᾶς· καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου· βεβαιώσετε δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων πάντων· ἐὰν φαίνηται μισθῶσαι. Πτολλαρίων πρεσβύτερος Ἀματίου μεμίσθωκα πᾶσι τοῖς προκειμένοις καθὼς πρόκειται. Πτολλαρίων νεώτερος …μεμίσθωκα καθὼς πρόκειται. Σαραπίων ὁ καὶ Ἥρων Ἀματίου μεμίσθωκα καθὼς πρόκειται. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κθ.