Ancient Greek
P.Mil. Vogl. 6 288
Documentary Papyri, P.Mil. Vogl. 6 288
Not analysed yet
Πασιγένῃ Σαβείνου τοῦ καὶ Νίννου κοσμητῇ παρὰ Παώπεως καὶ Ὀρσέως ἀμφοτέρων Κρονίωνος τοῦ Ὀρσενούφεως ἀπὸ Τεβτύνεως. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος ἐννεακαιδεκάτου ἔτους περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας δέκα τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν β σφραγῖσι· τὸ μὲν α καὶ γ ἔτος ἀρούρας μὲν πέντε εἰς σπορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας η χόρτου καταβρώματος προβάτων, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις ε τοῦ παντὸς πυροῦ ἀρταβῶν ξ καὶ φόρου δραχμῶν ρξ· τὸ δὲ β καὶ δ ἔτος ἀρούρας μὲν η εἰς σπορὰν πυροῦ, τὰς δὲ λοιπὰς ἀρούρας ε χόρτου κοπῆς, ἐκφορίου σὺν αἷς λημψόμεθα σπέρμασι πυροῦ ἀρτάβαις η τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ϙϛ καὶ φόρου δραχμῶν ρ καὶ θαλλοῦ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ἀλέκτορος α δραχμῶν δ, πάντων μέτρῳ ἑξαχοινίκῳ ἰδίῳ σου, ἀνυπολόγων καὶ ἀκινδύνων, πρὸς ἡμᾶς ὄντων δημοσίων φορέτρων, τῆς παραγωγῆς τῶν ἐκφορίων πρὸς σέ· καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ ἀγρώστεως δείσης πάσης πλὴν θρύου καλάμου. ἔτους ιη Ἀντωνίνου τῶν ἐπαγομένων β.