Ancient Greek
P.Mil. Vogl. 6 289
Documentary Papyri, P.Mil. Vogl. 6 289
Not analysed yet
…βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης τὰς ὑπαρχούσας σοι περὶ κώμην Θεογονίδα εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ …ἔτους κλήρου κατοικικοῦ ἀρούρας ἓξ ἐν μιᾷ σφραγῖδι ἐν τῷ λεγομένῳ ……τῷ μὲν πρώτῳ καὶ τρίτῳ ἔτει εἰς σπορὰν πυροῦ, ἐκφορίου κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων πυροῦ ἀρτάβαις ἓξ τοῦ παντὸς κατʼ ἔτος ἀρταβῶν ἑξήκοντα ἕξ · τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ ἔτει εἰς σπορὰν χόρτου …ἄνευ φόρου καταβρώματος βοικῶν, πάντων ἀνυπολόγων καὶ ἀκινδύνων· καὶ ἐπιτελέσομεν τὰ τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες· καὶ τὰ ἐκφόρια ἀποδώσομεν μηνὶ Παοῖνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ Θεογονίδος, πρὸς ἡμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων …