Ancient Greek
11.r.1 to 11.r.31
Documentary Papyri, P. Münch. 1 11.r.1-31
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους πέμπτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους τρίτου Φαῶφι δεκάτῃ τῆς πέμπτης ἰνδικτίονος ἐν Συήνῃ . Αὐρηλία Ταπία θυγάτηρ Τσίου ἐκ μητρὸς Μαριὰμ ἄνευ κυρίου αὐτῆς ἀνδρὸς χρηματίζουσα ὁρμωμένη ἀπὸ Συήνης ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν αὐτῆς προσμαρτυροῦντας τῇδε τῇ ἐγγράφῳ καὶ βεβαίᾳ πράσει · Φλαυίῳ Κυριακῷ υἱῷ Μηνᾶ στρατιώτῃ καβαλλαρίῳ ἀριθμοῦ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ταπία διὰ ταύτης μου τῆς ἐγγράφου πράσεως ἑκοῦσα καὶ πεπεισμένη ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείας καὶ μηχανῆς καὶ πάσης κακονοίας καὶ κακοηθείας καὶ πανουργίας καὶ ἐλαττώματος παντός, ἑκουσίᾳ δὲ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει καὶ ὀρθῇ διανοίᾳ κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ τὸ ὑπάρχον μοι ἥμισυ ὁλόκληρον μέρος οἰκίας, οἵας ἐστὶν διαθέσεως ,ἀπὸ ἐδάφους ἕως ἀέρος, ἧς καὶ τὸ ἄλλο ἥμισυ μέρος ἀνήκει Ἰακώβου τοῦ ἀποιχομένου μου ἀνδρός, ἔτι μὴν καὶ συμπεπρακέναι σοι τὰ ὑπάρχοντά μοι ἡμίσους μέρη ἀπὸ τῶν ὅλων χρηστηρίων τοῦ τε προθύρου καὶ πυλῶνος καὶ πεσσοῦ καὶ αἰθρίων καὶ κλιβάνου ἁπαξαπλῶς πρὸς τὴν γεναμένην πρώην πρᾶσιν ἐπʼ ὀνόματός μου καὶ τοῦ ἀναπαυσαμένου ἀνδρὸς Ἰακώβου, διακειμένην τὴν αὐτὴν οἰκίαν ἐπὶ τὴν Συήνην περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τοῦ δημοσίου καμηλῶνος τῆς βασταγῆς Φιλῶν καὶ τῆς οἰκίας Ἀβρααμίου Παχυμίου. γείτονες δὲ τῆς ἁπάσης οἰκίας, ἀφʼ ἧς πέπρακά σοι αὐτὸ τὸ αἱροῦν μοι ἥμισυ μέρος ἀπὸ τοῦ κελλίου ἐν πρώτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ συμποσίου ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς λίβα εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ ἀπὸ τοῦ ὑποπεσσίου ἤτοι χρῆρε ἐν πρώτῃ στέγῃ καὶ ἀπὸ τοῦ νοτίνου συμποσίου ἐν τρίτῃ στέγῃ νεύοντος εἰς βορραν εἰς τὸ κοινὸν αἴθριον καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ ἀέρος ἕως ἀέρος καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ μεγάλου δώματος ἕως ἀέρος καὶ τὸ ἥμισυ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἕως ἀέρος νότου ἡ τυφλὴ καὶ στενὴ ῥύμη καὶ ἡ οἰκία Ἀβραμίου Παχυμίου,