Ancient Greek
11.r.32 to 11.r.63
Documentary Papyri, P. Münch. 1 11.r.32-63
Not analysed yet
βορρᾶ ἡ ῥύμη δημοσία, ἀπηλιώτου ἡ οἰκία Ἀβρααμίου Παχυμίου, λιβὸς ἡ οἰκία Ἀλλάμονος Πατεχνουμίου, οἷοι δʼ ἂν ὦσι γείτονες πάντη πάντοθεν, καθὼς καὶ ἐν στόματι ὑπηγόρευσα. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ προδεδηλωμένου ἡμίσους μέρους οἰκίας καὶ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἕως ἀέρος, περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Ἰωάννου τοῦ καὶ Παπτσίου καὶ ἐκείνου ἀπὸ γονικῆς διαδοχῆς πρὸς τὴν δύναμιν τῆς παλαιᾶς πράσεως, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ κεφαλαίου δοκίμου νομισμάτων πέντε ζυγῷ Συήνης, γίνεται χρυσοῦ νομίσματα ε ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν καὶ ἀξίαν τιμὴν αὐτόθι ἀπέσχηκα παρὰ σοῦ Κυριακοῦ τοῦ ὠνουμένου διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου σου ἐπὶ τὴν Συήνην ἀριθμῷ καὶ σταθμῷ πλήρη ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ. καὶ βεβαιῶ σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου σοι ἢ ἀντιποιησομένου. τὸν δὲ ἐπελευσόμενόν σοι ἢ ἀντιποιησόμενον ἐκστήσω ἐγὼ ἡ πεπρακυῖα καὶ καθαροποιήσω σοι ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ τὸν περὶ πράσεώς τε καὶ βεβαιώσεως νόμον πρὸς τῷ σὲ Φλαύιον Κυριακὸν τὸν πριάμενον ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ μεταπωλεῖν καὶ ἀλλαγὰς ποιεῖν καὶ τέκνοις καὶ ἐγγόνοις καταλεῖψαι καὶ πάντα περὶ αὐτοῦ ποιεῖν τε καὶ πράττειν ἀκωλύτως τε καὶ ἀνεμποδίστως, καὶ μὴ ἐγκαλεῖν σοι μήτε ἐγκαλέσειν μηδʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ, μηδενὸς δὲ τῶν κληρονόμων μου ἢ τέκνων ἢ ἐγγόνων ἢ τῶν τῷ γένει μου ἀγχιστευόντων πρὸς πατρὸς ἢ πρὸς μητρὸς δυνησομένου ἐνάγειν σοι ἢ ἐγκαλεῖν ἢ δίαιταν κινῆσαι κατὰ σοῦ ταύτης ἕνεκεν τῆς ὑποθέσεως ,τὸν δὲ τολμήσοντα ἐγκαλεῖν σοι ἢ ἀντιποιεῖν σοι ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην τὴν πρᾶσιν μηδὲν μὲν ὠφελήσειν, παρέξειν δὲ λόγῳ προστίμου παραβάσεως τὴν προγεγραμμένην τιμὴν ἐν διπλῷ καὶ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ταύτῃ τῇ πράσει, ἀλλὰ πρὸς τῷ αὐτὸν ἄκοντα ἐμμένειν αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲ ἀνάγκης μὴ ἐπικειμένης ἢ βίας ἢ ἀπάτης ἢ δόλου τινός, ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω δεδόχθαι πεπρακέναι σοι τὸ προκείμενον ἥμισυ μέρος οἰκίας καὶ τὸ ἥμισυ ἀπὸ τῶν συγκυρούντων χρηστηρίων, καὶ ἀπεσχηκέναι με παρὰ σοῦ