Ancient Greek
13.72 to 13.84
Documentary Papyri, P. Münch. 1 13.72-84
Not analysed yet
καὶ ἀρεσθέντα ὡμολογήσαμεν καὶ ἀπελύσαμεν . Αὐρηλίαι Τσώνη καὶ Τσέρε ἀδελφὴ αὐτῆς θυγατέρες Ἄπα Δίου ἐκ μητρὸς Ῥαχὴλ ἀπὸ Συήνης αἱ προγεγραμμέναι πεπράκαμεν τὸ ἥμισυ μέρος αὐλῆς σεσαθρωμένης καὶ ἀπεσχήκαμεν παρὰ ὑμῶν τῶν ὠνουμένων τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν νομισματίοις ἑνὶ τρίτῳ ζυγῷ Συήνης καὶ βεβαιώσομεν ὑμῖν ταύτην τὴν πρᾶσιν ἐν πάσῃ βεβαιώσει καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδυιῶν . Φλαύιος Μηνᾶς Ἀβρααμίου μαρτυρῶ . Φλαύιος Ψὰν Ἄρωνος στρατιώτης ἀριθμοῦ Φιλῶν κατὰ τύχην εὑρεθεὶς ἐν Συήνῃ μαρτυρῶ ἀκούσας παρὰ τῶν θεμένων . Φλαύιος Παπᾶς Μηνᾶ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης Βίκτορος αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Βίκτωρ Ψαβὴτ αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ . διʼ ἐμοῦ Φλαυίου Φοιβάμμωνος Ψενθαησίου στρατιώτου ἀριθμοῦ Συήνης ἐγένετο . Foibam valeas