Ancient Greek
14.r.1 to 14.r.39
Documentary Papyri, P. Münch. 1 14.r.1-39
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμων βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτοῦ γαληνότητος ἔτους ἑνδεκάτου Μεχεὶρ κα τῆς ιβ ἰνδικτίονος ἐν Συήνῃ . ταύτην τίθενται καὶ ποιοῦνται τὴν ὁμολογίαν τῶν διαλύσεων ἀναιρετικὴν οὖσαν πάσης μέμψεως καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου ἐκ μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης διὰ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐμφερομένοις καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει ἐκ δὲ θατέρου Πατερμοῦθις υἱὸς Μηνᾶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης τὰ ἑξῆς ὁμολογοῦντες ὡς ὑποτέτακται. Πατερμοῦθις ὁ προγεγραμμένος ἐνήγαγεν Ἰωάννῃ τῷ προειρημένῳ ὡς παρʼ ἅπαντα τὸν τοῦ δικαίου λόγον ἐνέτυχεν κατʼ αὐτοῦ Καλλινίκῳ τῷ ἀνδρειοτάτῳ βικαρίῳ Ἑρμώνθεως ἀναπληροῦντι τὸν τόπον Ἀμμωνιανοῦ τοῦ μεγαλοπρεπεστάτου τοποτηρητοῦ καὶ παρὰ τὴν αὐτοῦ αἰτίασιν ἐζημιώθη νομίσματα ἑπτὰ καὶ ταῦτα ἔχοντος αὐτοῦ ἐγγράφους διαλύσεις γεγενημένας παρʼ αὐτοῦ Ἰωάννου εἰς αὐτὸν Πατερμοῦθιν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν ἀδελφήν τε αὐτοῦ τοῦ προειρημένου Ἰωάννου, διʼ ὧν ὡμολόγησεν ἀπηλλάχθαι περὶ τῆς κληρονομίας τοῦ πατρὸς αὐτοῦ καὶ μηκέτι μηδένα λόγον ἔχειν αὐτὸν πρὸς τὸν εἰρημένον Πατερμοῦθιν μήτε τὴν αὐτοῦ γαμετὴν ἕνεκεν οἱουδήποτε πράγματος ἀνήκοντος τῷ μακαρίτῃ αὐτῶν πατρί. Ἰωάννης δὲ ἀντιδικαιολογούμενος ταῖς ἐπενεχθείσαις αὐτῷ ἐναγωγαῖς παρὰ Πατερμουθίου τοῦ προγεγραμμένου ἔφη τὴν τοιαύτην προσέλευσιν γεγενῆσθαι παρʼ αὐτοῦ κατὰ Πατερμουθίου ὡς ἐμποδίσαντος τῇ μητρὶ αὐτοῦ ἀπαλλάξαι αὐτὸν πρὸς τὴν δοθεῖσαν αὐτῷ ἔγγραφον ἐπίκρισιν παρὰ Παείωνος τοῦ λογιωτάτου γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας αὐτῆς. καὶ πολλῶν ὅσων λεχθέντων καὶ ἀντιλεχθέντων μεταξὺ ἀλλήλων ἔδοξεν κατὰ κοινὴν συναίνεσιν ἀπαντῆσαι αὐτοὺς εἰς δίαιταν παρὰ Σερῆυ τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ τῆς ἁγίας ἐκκλησίας Ὄμβων εὑρεθέντι κατὰ τύχην ἐν ταύτῃ τῇ Συηνιτῶν. καὶ δὴ γενόμενοι παρὰ τῇ αὐτοῦ θεοφιλείᾳ ἑκάτερον μέρος ἀνέθετο αὐτῷ τὰς ἑαυτοῦ δικαιολογίας, ὅστις ἀκροασάμενος τῶν μεταξὺ αὐτῶν ἀμφιβαλλομένων, διελθὼν δὲ καὶ τὰς διαλύσεις τὰς προενεχθείσας παρὰ Πατερμουθίου γενομένας εἰς αὐτὸν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν παρὰ Ἰωάννου τοῦ προειρημένου, οὐ μὴν ἀλλὰ καὶ ἐπιδὼν τὴν ἐπίκρισιν τὴν δοθεῖσαν Ἰωάννῃ καὶ τῇ μητρὶ αὐτοῦ παρὰ τοῦ αὐτοῦ λογιωτάτου γραμματικοῦ