Ancient Greek
7.46 to 7.85
Documentary Papyri, P. Münch. 1 7.46-85
Not analysed yet
Ἰακυβίου τοῦ μακαριωτάτου καὶ ἐκ τοῦ αὐτοῦ πλοίου καὶ τῆς αὐτῆς οἰκίας πρὸς τὴν ἀνωτέραν διήγησιν, ἔπειτα δὲ μηδένα λόγον ἔχειν μήτε ἕξειν ἑκάτερον αὐτῶν μέρος πρὸς τὸ ἕτερον χάριν τῆς καταλειφθείσης παρὰ τοῦ αὐτοῦ μακαριωτάτου Ἰακυβίου καὶ τοῦ αὐτοῦ πλοίου καὶ τοῦ μέρους τῆς οἰκίας διὰ τὸ τὸ ἱκανὸν ἐν ἅπασι γεγενῆσθαι τῷ ἑτέρῳ μέρει παρὰ τοῦ ἑτέρου μέρους ἔδοξεν δὲ ὥστε τὸν προγεγραμμένον Ἰωάννην ἅμα ἐν τῇ αὐτοῦ ἀνόδῳ ἐπὶ τὴν αὐτοῦ πόλιν ἀναδοῦναι τῷ προγεγραμμένῳ Πατερμουθίῳ τὴν γεγενημένην παρʼ αὐτοῦ εἰς τὸν αὐτὸν Ἰάκυβιν πρᾶσιν τοῦ μέρους τῆς αὐτῆς οἰκίας, ἤγουν ἄκυρον αὐτὴν εἶναι καὶ ἕωλον καὶ ἀνίσχυρον παρά τε τοῦ αὐτοῦ Ἰακυβίου καὶ παρʼ οἱουδήποτε προσώπου πανταχοῦ προφερομένην καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν ἀλλήλοις μήτε ἐγκαλέσειν πώποτε μὴ διʼ ἑαυτῶν μὴ διὰ κληρονόμων αὐτῶν ἢ διαδόχων ἢ διακατόχων μὴ διὰ παρενθέτου ἢ μέσου οἱουδήποτε προσώπου μήτʼ ἐν δικαστηρίῳ ἢ ὑπερορίῳ ἢ ἐκτὸς δικαστηρίου ταύτης ἕνεκεν τῆς ὑποθέσεως καὶ ἑτέρας οἱασδήποτε αἰτίας χρηματικῆς τε καὶ ἐγκληματικῆς. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξουσιν οἱ ἀφʼ ἑκατέρου μέρους ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος. εἰ δὲ καθʼ οἱονδήποτε τρόπον ἑκάτερον αὐτῶν μέρος παραβῆναι πάντα τὰ ἐγγεγραμμένα καὶ ὑπεναντίον τούτων ἐλθεῖν, οὐδὲν μὲν ὠφεληθήσεται ἐκ τοῦ ἐπιχειρήματος τῆς παραβάσεως, ὁμολογεῖ δὲ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ ποινῆς χρυσοῦ νομισμάτια δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτας τὰς διαλύσεις διὰ παντός. μὴ δύνασθαι δὲ τὸν αὐτὸν Ἰωάννην ἐνάγειν τῷ αὐτῷ Πατερμουθίῳ περὶ τῆς χρυσέας μανιάκης Ἑλένης τῆς θυγατρὸς αὐτοῦ, ἀλλὰ ταύτην ἔχειν δεσποτικῷ δικαίῳ ἐπὶ τὸ διηνεκές. προσομολογῶ ἐγὼ ὁ προγεγραμμένος Πατερμοῦθις, ποιούμενος μὲν τοὺς λόγους καὶ κυρίως πράττων ὑπέρ τε ἑμαυτοῦ καὶ ὑπὲρ Κακῶτος τῆς αὐτοῦ συμβίου, ἑτοίμως δὲ ἔχειν ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς παντοίας μου ὑποστάσεως παρασκευάσαι τὴν αὐτοῦ ἐλευθέραν στέργειν καὶ ἐμμένειν διηνεκῶς τῇ δυνάμει τῶν παρουσῶν διαλύσεων καὶ μηδὲν παρασαλεύειν ἐξ αὐτῶν τὸ σύνολον. καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον αὐτῶν μέρος τε καὶ κεφάλαιον ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν πληροῦν ἐμμένειν ὡμολόγησαν σημεῖον Ἰωάννης στρατιώτης ἀριθμοῦ Συήνης Αὐρήλιος