Ancient Greek
7.86 to 7.97
Documentary Papyri, P. Münch. 1 7.86-97
Not analysed yet
Ἰωάννης Ἰακυβίου στρατιώτης ἀριθμοῦ Συήνης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ἐπὶ τῷ προκειμένῳ προστίμῳ ὀμόσας καὶ τὸν θεῖον ὅρκον ὡς πρόκειται καὶ ἀπέλυσα. Χριστόφορος Βίκτορος …βοηθὸς ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὲν μὴ εἰδότος, βαλόντος δὲ τῇ ἰδίᾳ αὐτοῦ χειρὶ τοὺς τρεῖς τιμίους σταυρούς . Ἰωσῆφις Ἰσακίου σὺν θεῷ νοτάριος ἀπὸ Ἀντινόου μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . Φλαύιος Φίλιππος Ἰωάννου σιγγουλάριος τῆς ἡγεμονικῆς τάξεως μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . Κοσμᾶς Θεοδώρου σὺν θεῷ νοτάριος ἀπὸ Ἀντινόου μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . διʼ ἐμοῦ Δίου Ἠλία συμβολαιογράφου