Ancient Greek
P. Münch. 3 73
Documentary Papyri, P. Münch. 3.1 73
Not analysed yet
Διογένει στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πτολεμαίου Πτολεμαίου τῶν ἀπὸ τῆς μητροπόλεως. τῇ ιη τοῦ ὄντος μηνὸς Μεχεὶρ ἔκλεψέν μου ἐν κώμῃ Θεαδελφείᾳ χοιρίδιον θηλικὸν ὃν ἀγνοῶν τίς ἐστιν ἀξιῶ συγκλεῖσαι καὶ ποιῆσαι τὴν καθήκουσαν ἀναζήτησιν ἵνʼ ὦ ὑπὸ σοῦ ἐυεργετημένος. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου τοῦ κυρίου Μεχεὶρ ιη.