Ancient Greek
P. Münch. 3 74
Documentary Papyri, P. Münch. 3.1 74
Not analysed yet
Θεοδώρῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως καὶ Τα…τος ἀμφοτέρων Στοτοήτεως. ὁ κατὰ πατέρα ἡμῶν θεῖος Ἐσοῦρις αὐθάδως χρησάμενος βίαιος ὢν ἐξέβαλε ἡμᾶς ἐκ τῶν ἡμετέρων καὶ ἐπεκράτησεν τῶν τε ὑπαρχόντων ἡμῶν καὶ οἰκοπέδων καὶ δούλων σωμάτων καὶ ἀπηνέγκατο τὴν ἐνδομενίαν τοῦ πατρὸς ἡμῶν ὥστε ἐκ τούτου γυμνοὺς ἡμᾶς ἐποίησεν καὶ δεομένους …μετ…ε… …φαιρε… …κα… ἐπὶ σὲ κατεφύγομεν ἀβοήθητοι ὅπως τύχωμεν τῆς ἀπὸ σοῦ εὐεργεσίας. ἔτους κβ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Θὼθ γ.