Ancient Greek
P.Nag Hamm. 64
Documentary Papyri, P.Nag Hamm. 64
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ δ καὶ Κώνσταντος Αὐγούστου τὸ γ, Ἁθὺρ κε. Αὐρήλιος Κόμης Ἁρμογῖτος ἀπὸ κώμης Τεχθὺ τοῦ Διοσπολίτου νομοῦ Αὐρηλίῳ Πτολεμαίῳ Παχούμιος ἄρξαντι τῆς Τεντυριτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ καὶ ἠριθμῆσθαι χρῆσιν σίτου ἀρταβῶν τριῶν ἡμίσους τρίτου, γίνονται ἀρτάβαι γ 𐅵γ, ἃς καὶ ἀποδώσω σοι καιρῷ τῆς συγκομιδῆς τῆς εὐτυχῶς ἐσομένης κατασπορᾶς τῆς ϛ ἰνδικτίωνος ἀνυπερθέτως ἐν κόκκῳ τῷ μέτρῳ Φα… ἄνευ πάσης ἀντιλογίας, τῆς πράξεως οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων μέχρι ἀποδόσεως …