Ancient Greek
P.Nag Hamm. 65
Documentary Papyri, P.Nag Hamm. 65
Not analysed yet
…ωνι ἐνάρχῳ προέδρῳ …β Αὐρήλιος Μέλας …ος… χαίρειν. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐράνιον τύχην τῶν δεσποτῶν ἡμῶν αἰωνίων Αὐγούστων ἐγγυᾶσθαι μονῆς καὶ ἐμφανείας Αὐρηλίαν Θεοδώραν Μαξίμου μητρὸς …ἣν καὶ παραστήσω ὁπόταν ἐπιζητῆται ἄνευ πάσης ἀντιλογίας. ἐὰν δὲ μή, ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ τούτῳ κινδύνῳ. κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφὲν …ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων, Φαῶφι ι. …