Ancient Greek
P.Nag Hamm. 66
Documentary Papyri, P.Nag Hamm. 66
Not analysed yet
τῷ κυρίῳ μου ἀδελφῷ Ἀβαρᾶτι Πατέσε ἐν Κυρίου χαίρειν προηγουμένως προσαγορεύω σε. σπούδασον κεῖραι τὰ πέντε ποκάρια ἐριδίων καὶ ἄφες παρὰ σοὶ ἕως ἂν καταλάβω σε. σπούδασον μὴ πωλῆσαι ἀπʼ αὐτῶν ἕως ἂν καταλάβω σε, ἐπειδήπερ οὐ δύναμαι ἐλθεῖν νυνὶ διὰ τὴν ταραχὴν τῶν τειρώνων. σπούδασον λαβεῖν τὸ αἰγίδιον καὶ τὸ προβάτιον ἀπὸ τοῦ ποιμένος ἡνίκα ἂν κείρῃς τὰ ἕτερα, καὶ τὸ ἀργύριον λαβεῖν ἀπὸ τοῦ Ἰωάνου περὶ τοῦ ὄνου ὃν πέπρακα Πεκυσίῳ, καὶ λαβεῖν ἀπὸ Παφὼβ τὸ ἀργύριον, τοῦτʼ ἔστιν παρὰ …,καὶ λάβε ἀπὸ τοῦ …ου τὰ Μακαρίου …ἐρρῶσθαὶ σε εὔχομαι πολλοῖς χρόνοις.