Ancient Greek
P.Nag Hamm. 68
Documentary Papyri, P.Nag Hamm. 68
Not analysed yet
τῷ ἀγαπητῷ μου πατρὶ Σανσνῶτι Ἁρποκρατίων πλεῖστα ἐν Κυρίῳ χαίρειν. Πέτρον τὸν ἐνοχλοῦντα τῷ ἀδελφῷ Ἀππιανῷ διὰ τοὺς περὶ Παπνούτιον τῶν ἐκφορίων ἕνεκεν ποίησον ὀλίγας ἔτι ἀνασχέσθαι ἡμέρας ἕως ἂν καιρὸν εὕρωσι ἐλθεῖν πρὸς σὲ καὶ ἀπαλλάξαι τὸ καθʼ ἑαυτούς. οὕτω γὰρ ἠξίωσαν. ἀλλὰ σπούδασον, ἀγαπητέ, παράστῃς τῷ ἀδελφῷ. οὕτω γὰρ πρέπει τῇ ἐν Χριστῷ σου ἀγάπῃ. εἰ δὲ ἀβαρές σοί ἐστιν, περιποίησον ἡμῖν ἀχύρου ἀγώγια δέκα καὶ πέμψον ἡμῖν ἐκ πόσων πιπράσκεται. προσαγορεύω πάντας τοὺς ἀδελφοὺς μεθʼ ὧν εἶ. ἐρρωμένον καὶ εὐθυμοῦντα διὰ τέλους σε φυλάξειεν …τῷ ἀγαπητῷ μου πατρὶ Σανσνῶτι Ἁρποκρατίων