Ancient Greek
P.Nag Hamm. 69
Documentary Papyri, P.Nag Hamm. 69
Not analysed yet
τῷ ἀγαπητῷ ἀδελφῷ Ἀφροδισίῳ Σανσνῶς ἐν Κυρίῳ χαίρειν. καθὼς ἐξῆλθες ἀφʼ ἡμῶν πρὸς τὰ παιδία χωρὶς τροφῆς καὶ σύ, Ἀφροδίσιε, ὅτι πέμψομεν αὐτοῖς τροφήν, οὐδὲν ἔπεμψας αὐτοῖς. καὶ σύ, Ἀφροδίσιε, ὡμολόγησας ὅτι ὑπάγωμεν διτομει τὰ πρόβατα καὶ τὰ αἰγίδια. νῦν οὖν οὐδὲν ἔπεμψας τοῖς παιδίοις. καὶ πάλιν ἔγραψα ἅπαξ ἔπεμψα πρὸς σέ. ἐζήτησα παρὰ τῶν ποιμένων περὶ τῶν κτηνῶν, καὶ εἶπαν οἱ ποιμένες ὡμολόγησαν ὅτι οἱ ἔχοντες τὰ πρόβατα καὶ τὰ θρέμματα αὐτοὶ πληρῶσιν. καὶ ἐζήτησα παρὰ Σανσνῶτος ποιμένος ὅτι πῶς ποιοῦμεν περὶ τῶν θρεμμάτων, καὶ εἶπε Σανσνῶς ὅτι ἐλοιπάσθη πρόβατα καὶ αἰγίδια, καὶ ἔδωκα αὐτοῖς εἴκοσι θαρις. οὐδὲν ποιοῦμεν. περὶ τῶν ἰδίων πέμψον μοι καὶ μάθω. καὶ ἀσπάζομεν Ἁρακλῦς καὶ τοὺς ἀδελφοὺς καὶ τὰ τέκνα Ἁρακλῦς ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.