Ancient Greek
P.Nag Hamm. 71
Documentary Papyri, P.Nag Hamm. 71
Not analysed yet
……ι καὶ τυχεῖν ……θέλω ὑμᾶς γνῶναι, γλυκύτατοι πατέρες, περὶ ὧν ὑμῖν ἔγραψα …ὅτι χρεία ἐστίν μοι δύο δερμάτων τ…ιατ… τοῦ ἀδελφοῦ ……αυτ… ἀξιῶ οὖν ὑμᾶς ὅπως πανταχόθεν ζητήσητε καὶ ἀγοράσητέ μοι αὐτά. δέομαι δὲ δέρματος μάλα σφόδρα. ἰδοὺ ἀπέσταλκα ὑμῖν δύο ἀρτάβας φοινίκων. καὶ μάθετε ἀπὸ τούτων τὴν τιμὴν τῶν δύο ἀρταβῶν καὶ τῶν δύο δερμάτων, ὅπως γράψητέ μοι καὶ ἀποστείλω πάραυτα πάλιν τὸ πρόλοιπον. ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα. ἐὰν δὲ θέλητε, πέμψαι τὰ δέρματα δ… ἐὰν δὲ μή, γράψαι μοι ὅπως μάθω. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν Κυρίῳ. …αρίῳ πρεσβυτέρῳ καὶ Δόρκωνι πρεσβυτέρῳ παρὰ Ὡρίωνος.