Ancient Greek
P.Nag Hamm. 70
Documentary Papyri, P.Nag Hamm. 70
Not analysed yet
τῷ ἀγαπητῷ μου ἀδελφῷ Φενψετύμῃ Χενοφρῆς ἐν Κυρίῳ χαίρειν. προηγουμένως σε προαγορεύω καὶ τοὺς ἐν οἴκῳ κατὰ ὄνο ὄνομα …α ὄσπριον …καὶ λαχάνου ἀρτάβας τρεῖς ἥμισύ μοι καὶ ἀργυρίου τάλαντα δύο . ἀποδόσῃς αὐτὰ Πεβῶτι ἵνα ἀποφέρῃ μοι αὐτά. ἐὰν δὲ μὴ ἀποδώσῃς αὐτά, ἀποδώσεις τὸν ναῦλον δύο ἅπαξ. νῦν ἐμέλησην τὴν προθεσμίαν, ἀλλὰ ἀπόστειλόν μοι τὸ ὄσπρεον ἐπὶ τάχιον. καὶ φιλοπόνησον τὴν Βοάιν καὶ θάλπισον τὴν θυγατέρα αὐτῆς. δεῖξον Πεβῶτι τῷ υἱῷ μου τὴν Βοάιν ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Φενψετύμης παρὰ Χενοφρῆς