Ancient Greek
10.i.1 to 10.ii.13
Documentary Papyri, P.Nekr. 10.i.1-10.ii.13
Not analysed yet
ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θωθ ιβ ἐκτὸς τῶν προαστίων. Πετοσῖρις Πετεχῶντος μητρὸς Σενανούϕιος καὶ Πετεχῶν ἀδελϕὸς μητρὸς Τιμούθιος νεκροτάϕοι ἀπὸ Ἱβιτῶν πόλεως Κυσίτῃ Αὐρηλίῳ Μαριανῷ Παάπιος ἀποσυνεστηκέναι αὐτὸν καταπλέοντα εἰς Ἀλεξάνδριαν δημοσιῶσαι παρὰ τῷ ἀρχιδικαστῇ χειρόγραϕον χάριτος γενομένης αὑτοῖς ἧς ἐστὶν ἀντίγραϕον. Πετεχῶν Πετοσίριος Καταμέρσιος μητρὸς Ἀσκλαταρίας νεκροτάϕος ἀπὸ Ἱβιτῶν πόλεως Πετοσίρει Πετεχῶντος μητρὸς Σενανούϕιος καὶ Πετεχῶντι ἀδελϕῷ μητρὸς Τιμούθιος ἀπὸ τῆς αὐτῆς υἱοῖς μου χαίρειν· ὁμολογῶ χαρίζεσθαι ὑμεῖν χάριτι αἰωνίᾳ καὶ ἀναϕαιρέτῳ εὐνοίας χάριν καὶ ϕιλοστοργίας ἀπὸ τοῦ νῦν μέχρι παντὸς ἐξ ἴσου μέρους πάντα τὰ ὑπάρχοντά μου, τὰ δὲ ἐλθόντα εἰς ἐμὲ ἀπὸ κληρονομίας τοῦ πατρὸς καὶ ἀπὸ δικαίας ὠνῆς ἤτοι μέρεσι ὑδρευμάτων ἢ κυνηγικοῖς τόποις καὶ μέρεσι κηδείας νεκροταϕικῆς ἐν Ἵβει καὶ ἐν ταῖς περὶ κώμαις πάσαις ὁμοίως καὶ ἐν Κύσι καὶ ἐν ταῖς πέριξ κώμαις πάσαις μετὰ τῆς Κύσεως καὶ οἰκοπέδοις σὺν τοῖς ἐνοῦσι ἐν τῷ …σια…ποδ…ω… ἄλλας …ἔλαβεν κ…ωπ…ενα …αν… …ταῦτα πάντα τὰ προκείμενα …ατιμο…σι… …ὡς πρόκειται, ἔτι δὲ τά τε μέρη δύο …τοῦ ἀνδρὸς …ἐν τῷ λεγομένῳ Ψενκημε ἐωνημένας ὑπ’ ἐμοῦ τοῦ …παρε… παρὰ Τιμούθιος Πετε… τοῖς …τῷ Πετοσίρι ……Τιμούθιος …ἐμαυτ…νω…α…ισο Μαριανο… …αι …μεν ἀπὸ θυγατρὸς Λυκοδώρας Νεμεσίωνος …δραχμὰς ἐνακοσίας σ…μ… ἅσπερ ἀπεσχηκέναι …μετὰ κυρίου Ψεννήσιος Ἀμμωνίου ἀνδρὸς αὐτῆς …ειτ… ὑποθήκης δημοσίῳ χρηματισμῷ …εου Ἀλεξάνδρου ημε… ἡμῖν ἡμίσους ὑδρεύματος …Πμουν …εν…αεως …ι ἐν τοῖς …σιας ἐν πᾶσι …απις ασ… μιᾶς ……ε…υ… …μὴ ἐξέστω Πετοσίρι καὶ Πετεχῶντι ἐγκαλεῖν ταῖς ἀδελϕαῖς Ταχ… ιν καὶ Ἰσιδώρᾳ περὶ ὑπηρεσίας νεκροταϕικῆς οἰκιῶν τεσσάρων ἐν τῇ αὐτῇ Ἵβει μιᾶς μὲν Ἀπολλωνίῳ Ἀμμωνίῳ πρεσβυτέρου, ἑτέρας δὲ Πλουτοσύνου Ερο…ς ἐν Τχηνε καὶ ἄλλαι δύο Πκ…ε υἱοῦ Α…νευε καὶ τοῦ ἀδελϕοῦ αὐτοῦ ἐν Τβελω κάτω, διὰ τὸ οὕτως μοι δεδόχθαι. προσομολογοῦσιν δὲ καὶ οἱ προκίμενοι υἱοὶ Πετοσῖρις καὶ Πετεχῶν εὐδοκεῖν πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ μὴ μετελεύσεσθαι αὐτοὺς περὶ μηδενὸς ἁπλῶς μηδὲ ἐξέστω ἡμῖν προενεγκεῖν γράμματα ἐξ ὀνόματος τοῦ πατρὸς ἡμῶν κατὰ τῶν ὑπαρχόντων. ἐὰν δέ τις ἐξ ἡμῶν ἐπενέγκῃ, τοῦτο ἄκυρον εἶναι καὶ ἐκβόλιμον καὶ μηδεμίαν ἰσχὺν ἔχειν διὰ τὸ ἐπὶ τούτοις κυνηγέσισθαι. ἡ χάρις κυρία ἥτις δισσὴ γραϕεῖσα ἔστω βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη