Ancient Greek
P.Nekr. 9
Documentary Papyri, P.Nekr. 9
Not analysed yet
Ψεννῆσις Ὥρου υἱοῦ Σεναμούνιος μητρὸς Κλαυδίας νεκροτάϕος ἀπὸ Κύσεως Πολυδεύκῃ ἐπικεκλημένῳ Μέρσι ἀπελευθέρῳ Πετεχῶντος καὶ Πετοσίριος ἀμφοτέρων Πετεχῶντος νεκροτάφῳ ἀπὸ Ἵβεως χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν μέχρι παντὸς μέρος ἥμισυ ὑπηρεσίας καὶ κηδείας νεκροταφικῆς ἀνθρώπων μελλόντων τελευτᾶν ἐν κώμῃ Πμουνήσει τῆς Κύσεως καὶ ἐν τοῖς αὐτοῖς κτήμασι κατοικεῖν, ὧν ἀνθρώπων περὶ αὐτῆς σοι ἀποδίδομεν καὶ ὑπὲρ τῆς ὑπηρεσίας αὐτῆς ἀπολαβεῖν σε κατηντηκυίης εἰς ἐμὲ ἀπὸ κληρονομίας Ὥρου πατρός μου τιμῆς ἧς ἔσχον παρὰ σοῦ σήμερον διὰ χειρὸς ἐκ πλήρους ἀργυρίου δραχμῶν τριακοσίων, γίνονται δραχμαὶ τ. ἐφ’ οἷς εὐδοκῶ καὶ πέπεισμαι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι διὰ δημοσίου χρηματισμοῦ τήνδε τὴν πρᾶσιν ἁπλῆν γραϕεῖσαν. κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπειφ δ. Αὐρήλιος Ψεναμοῦνις ὁ καὶ Ἄμμων παρανέγνων. Ψεννῆσις Ὥρου ὁ προκείμενος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Βασιλείδης ὁ καὶ Σαραπιόδωρος ἐρωτηθεὶς ὁ καὶ τὸ σῶμα γράψας. Αὐρήλιος Ἀπίων Σαραπίωνος μαρτυρῶ. Αὐρήλιος Διονυσίδης μαρτυρῶ.