Ancient Greek
P.Nekr. 33
Documentary Papyri, P.Nekr. 33
Not analysed yet
……καὶ χωρὶς τοῦ ……ἐὰν δὲ μή σοιπληρώσω, ἐξεῖναί σοι πληρωθῆναι ἐκ τῶν ἐμῶν πάντων. ἡ ἀσϕάλεια αὕτη δισσὴ γραϕεῖσα κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιϕανεστάτων Καισάρων Μεχειρ κ . Πετεχῶν Πολυδεύκους νεκροτάϕος ἔσχον τὸ τοῦ προκείμενον τάλαντον ἓν καὶ ἀποδώσω σὺν τόκοις ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἀπολινάριος ἀξιωθείς. …σοι πληρωθῆναι ἐκ τῶν ἐμῶν πάντων ἢ ἐκ τῆς προκειμένης νεκροταϕικῆς τάξεως. ἡ ἀσϕάλεια αὕτη δισσὴ γραϕεῖσα κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιϕανεστάτων Καισάρων Μεχειρ κ. Πετεχῶν Πολυδεύκους νεκροτάϕος ἀπέσχον τὸ τοῦ προκειμένου τάλαντον ἓν καὶ ἀποδώσω σὺν τόκοις ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἀπολινάριος ἀξιωθείς.