Ancient Greek
P.Nekr. 34
Documentary Papyri, P.Nekr. 34
Not analysed yet
Αὐρήλιος Σοῦλις νεκροτάϕος ἀπὸ τοπαρχίας Κύσεως Σενψάιτι θυγατρί Ψάιτος ἐκ μητρὸς Τεοῦτος νεκροταϕίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν. ἐπεί ἔκ τινος πονηροῦ δαίμονος συνέβη αὐτοὺς ἀπεζεῦχθαι ἀλλήλων τὴν κοινὴν αὐτῶν συμβίωσιν, ἐντεῦθεν ὁμολογῶ ὁ μὲν προκείμενος Σοῦλ πεπληρωμένος πάντων τῶν παραδοθέντων αὐτῇ παρ’ ἐμοῦ οἱῳδήποτε τρόπῳ εἰδῶν ἀποπέμπεσθαι αὐτὴν καὶ μηκέτι μετελεύσεσθαι μήτε περὶ συμβιώσεως μήτε περὶ ἕδνου ἀλλ’ ἐξεῖναι αὐτῇ ἀποστῆναι καὶ γαμηθῆναι ᾧ ἐὰν βουληθῇ· ἡ δὲ προκειμένη Σενψάις πεπληρῶσθαι παρ’ αὐτοῦ τοῦ προκειμένου Σοῦλ πάντων τῶν ἐπιδοθέντων αὐτῷ εἰς λόγον προικὸς, ἅμα δὲ ἁπλῶς πάντων, παρ’ αὐτῆς σκευῶν καὶ ἄλλῳ οἱῳδήποτε τρόπῳ καὶ μὴ μετελεύσεσθαι ἀλλήλους ἐντεῦθεν περὶ μηδενὸς ἁπαξαπλῶς ἐγγράϕου ἀγράϕου παντὸς πράγματος τὸ σύνολον διὰ τὸ τελείαν εἶναι τὴν ἀποζυγήν. ἡ ἀποζυγὴ αὕτη δισσὴ γραϕεῖσα ἐϕ’ ὑπογραϕῆς κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ καὶ ἔτους β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν …