Ancient Greek
P.Neph. 10
Documentary Papyri, P.Neph. 10
Not analysed yet
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι Ὡρίων ἐν κυρίῳ θεῷ χαίρειν. προηγουμένως εὔχομαι τῷ παντοκράτορι θεῷ περὶ τῆς ὁλοκληρίας σου ὅπως ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι ἀποδοθείη ταῦτά μου τὰ γράμματα. γιγνώσκω οὖν, δέσποτά μου πάτερ, ὅτι μετὰ τὸν δεσπότην θεὸν αἱ προσευχαί σου ὑγιαίνοντά με ἤνεγκαν καὶ πάλιν θαρρῶ τῷ δεσπότῃ θεῷ διὰ τῶν ὑμῶν προσευχῶν εἰς τέλος ἀποκατασταθῆναι ἡμᾶς εἰς τοὺς οἴκους ἡμῶν· γιγνώσκω γὰρ ὅτι ὅσον ἐν μνήμῃ με ἔχεις ἐν ταῖς προσευχαῖς σου οὐκ ἐνκαταλείπει με ὁ δεσπότης θεός. καὶ ἐάν ἐσμεν ἐνταῦθα μὴ ὀκνήσῃς γράψαι μοι περὶ ὧν χρείαν ἔχεις· ἡδέως γὰρ ἔχω ἐάν μοι κελεύσῃς εἰς ὃ ἂν θέλῃς· μετὰ γὰρ τὸν θεὸν σὲ ἔχω βοηθὸν καὶ πατέρα. ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν Ὀφφέλλιον καὶ τὴν μητέρα μου Τινὸρ καὶ τὴν ἀδελφὴν ἡμῶν Πῖναν …τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι Ὡρίων