Ancient Greek
P.Neph. 9
Documentary Papyri, P.Neph. 9
Not analysed yet
……κυρίοις μου τῆς ψυχῆς Παῦλος ἐν κυρίῳ χαίρειν. χάριν ὁμολογῶ τῇ θείᾳ προνοίᾳ, ὅτι με τὸν ἐλάχιστον κατηξιώσατε ὑπουργῆσαι ὑμῖν. ἠγόρασα τοίνυν τὸ ἔλαιον καὶ ὁμοῦ εἰς ἀγγεῖον ἐμέτρησα ξέστας εἴκοσι ,ἑκάστου ξέστου ἐξ ἀργυρῶν ἑκατὸν τριῶν ἡμίσους . παρακαλῶ τοιγαροῦν, μνημονεύσατέ μου ἐν ταῖς εὐχαῖς ὑμῶν καὶ τῶν παιδίων μου, καὶ κελεύετέ μοι χάριν ὁμολογοῦντι τῇ προνοίᾳ, ὅτι με καταξιοῦτε λόγου τῆς θεοσεβείας ὑμῶν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις εὐδοκιμοῦντας ἐν θεῷ ἀγαπητοὶ ἀδελφοί. δεσπόταις μου καὶ πατράσι Νεφερῷ καὶ Κολοβῷ καὶ Πρώτῳ Παῦλος