Ancient Greek
P.Neph. 5
Documentary Papyri, P.Neph. 5
Not analysed yet
τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος. καὶ διὰ τῶν ἀδελφῶν ἡμῶν Ἀσπιδᾶ καὶ Παύλου ἔγραψαπρὸς τὴν σὴν θεοσέβειαν, ἵνα εἰ δοκεῖ σοι, τὸν σῖτον, ὃν χρεωστεῖ ἡμῖν Παπνοῦθις Ὡρίωνος, λαβὼν ἀρτάβας μὲν τρεῖς ἐν ψωμίοις διαδῷς τοῖς δεομένοις, τὰς δὲ λοιπὰς δεκατρεῖς ἔχων παρὰ σεαυτῷ κατὰ τρεῖς ἡμῖν ἀποστείλῃς ἐν ψωμίοις· διὰ τάχους δέ, εἰ δυνατόν, ψαθίον ἡμῖν μεστὸν ἀπόστειλον. καὶ εἰ καταξιοῖς ἡμῖν ἀντιγράψαι, μνήσθητι δηλῶσαι ἡμῖν, εἰ ὑπεδέξω τὸ ἐλάδιον, ὃ ἀπεστείλαμεν διὰ Ταῆσε τῆς ἀδελφῆς ἡμῶν εἰς σὴν ὑπηρεσίαν. καὶ περὶ ὧν χρεία σοί ἐστιν ἐν τῇ Ἀλεξανδρείᾳ, μὴ ὄκνει γράφειν. μετάδος δὲ Πρώτῳ περὶ τοῦ σιδήρου, περὶ οὗ μοι ἔγραψεν, ὅτι τέως τὸ εἶδος οὐκ ἔστιν ἐν Ἀλεξανδρείᾳ. προσαγορεύομεν πάντας τοὺς σὺν σοὶ ἀδελφούς, μεθʼ ὧν σε ἀξιοῦμεν καὶ ἡμῶν ἐν ταῖς εὐχαῖς ὑμῶν μνημονεύειν. ἐρρωμένον σε ψυχῇ καὶ σώματι ὁ τῶν ὅλων δεσπότης φυλάττοι. τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος.