Ancient Greek
P.Neph. 6
Documentary Papyri, P.Neph. 6
Not analysed yet
τῷ εὐλαβεστάτῳ πατρὶ ἡμῶν Νεφερῷ Παῦλος. διὰ τοῦ κυρίου μου ἀδελφοῦ Θεοδοσίου ἐλαίου ξέστας δέκα τῇ ἀσυνκρίτῳ σου θεοσεβείᾳ ἀπέστειλα, διὰ δὲ τὸ σπάνιον εἶναι ἐπιτήδειον ἀγγεῖον εὑρεθῆναι μέχρι σήμερον οὐκ ἀπεστάλκειμεν. θεοῦ δὲ ἐπινεύοντος ὅτε ἐνπίπτει ἡμῖν ἐπιτήδειον, χάριν ὁμολογοῦντες μνημονεύομεν τῆς σῆς φιλανθρωπίας. παρακαλῶ δέ, κύριε πάτερ, δυσώπησον Παφνοῦτιν Οὑρείωνος τὸν ἀγνώμονα καὶ ἐὰν νῦν ἡμῖν ἀρτάβας τρεῖς σίτου δοῦναι, καὶ ὁ πατὴρ ἡμῶν Πρῶτος ποιήσει ἡμῖν δεκαπέντε μέτρα σεμιδάλεως καὶ δεκαπέντε ψωμία καὶ ἀποστείλῃ ἡμῖν αὐτά. μετακαλεσάμενος δὲ τοὺς ἐχθρούς μου Ἐλουρίωνα καὶ Παφνοῦτιν τοὺς ἀεὶ τὰ ἐμὰ ἔχοντας κακῶς, συμβούλευσον αὐτοῖς μετὰ λόγου τῶν ἐμῶν α… προσαγόρευε δ… εἰ ἐδέξω παρὰ Ὧρ τοῦ μοναχοῦ τοῦ ἐν Ἀγκυρῶνει συνγενοῦς Εὐδαίμονος Ἀβασκάντου ὁλοκοττίνους δύο …ἀπὸ Κολλούθου μετασχεῖν …τῷ κυρίῳ μου ἀγαπητῷ πατρὶ Νεφερῷ ας… Παῦλος.