Ancient Greek
P.Neph. 7
Documentary Papyri, P.Neph. 7
Not analysed yet
……Παπνοῦθιν τὸν υἱὸν Ὡρίωνος δυσωπήσῃς καὶ τὰς δεκαὲξ τοῦ σίτου ἀρτάβας ὑποδέξῃ παρʼ αὐτοῦ. πάνυ δὲ θαυμάζω, πῶς οὔτε τὸ σχῆμα ὃ φορεῖ αἰσχύνεται ψευδόμενος οὔτε σὲ τὸν πάσης τιμῆς ἄξιον δυσωπεῖται μηδὲ τὸ κεφάλαιον διὰ τοσούτου χρόνου βουλόμενος δοῦναι. ἀσπάζομαι τὸν κύριόν μου Ὀφέλλιον καὶ τὴν τιμιωτάτην μητέρα ἡμῶν Τιενὼρ καὶ Πῖναν καὶ Ὡρίωνα· προσαγορεύω καὶ τοὺς λοιποὺς ἀδελφοὺς ἡμῶν πάντας κατʼ ὄνομα. ἐρρωμένον σε ψυχῇ καὶ σώματι ὁ κύριος φυλάξει. …Νεφερῷ Παῦλος.