Ancient Greek
P.Oslo 2 25
Documentary Papyri, P.Oslo 2 25
Not analysed yet
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Αὐρηλίῳ Ἰσιδότῳ τῷ καὶ Ὠριγένῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ λαογράφοις κώμης Καρανίδος παρὰ Αὐρηλίου Ἀχιλλᾶτος Πτολεμαίου τοῦ Χαιρήμονος μητρὸς Ταύρεως ἀπὸ κώμης Καρανίδος. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κδ ἔτους κατʼ οἰκίαν ἀπογραφὴν καὶ εἰμὶ Ἀχιλλᾶς ἐτῶν λε καὶ τὴν μητέραν μου Αὐρηλίαν Ταῦριν ἐτῶν ξ. ὑπάρχει δέ μοι ἐπʼ ἀμφόδου ἀπηλιώτου ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ πατρικὸν τέταρτον μέρος τῆς αὐτῆς οἰκίας καὶ ἐπʼ ἀμφόδου Βορρᾶ οἰκία καὶ αὐλή. διὸ ἐπιδίδωμι. Αὐρήλιος Πτολεμαῖος ἔσχον ἴσον εἰς ἐξέτασιν. Αὐρήλιος Λιμναῖος συνέσχον. Αὐρήλιος Συρίων συνέσχον. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ.