Ancient Greek
P.Oslo 2 26
Documentary Papyri, P.Oslo 2 26
Not analysed yet
x ἄρουραι ε πυροῦ γ. Ὀννώφρει τοπογραμματεῖ τῆς πρὸς λίβα τοπαρχίας παρὰ Λέοντος τοῦ Ἡρακλείδου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως δημοσίων γεωργῶν. τῶν γεωργουμένων ὑπʼ ἐμοῦ βασιλικῶν περὶ τὸν Ἀντιλόχου Ἰβιῶνα ἀντιπέρα Πέλλης, ἐν τῷ ἐνεστῶτι κϛ ἔτει Καίσαρος κατεσπαρμένων ὑπʼ ἐμοῦ ἐπὶ τοῦ δέοντος καιροῦ μετὰ πλείστης δαπάνης καὶ κακοπαθίας, τούτων ὁλοσκωληκοβρώτων γεγονότων ὧν εἶναι ἀπὸ Διονυσίου ἐξηγητοῦ φακῷ ἐσπαρμένας ἀρούρας πέντε καὶ πυρῷ ἀρούρας τρεῖς ,γείτονες τῆς μὲν πρώτης σφραγῖδος, ἥ ἐστιν τῶν ἐσπαρμένων φακῷ ἀρουρῶν πέντε ἐκ τοῦ ἀπὸ λιβὸς μέρους, βορρᾶ χέρσος, νότου Θέωνος τοῦ Σαραπίωνος, λιβὸς Οὐιβίου κεντυρίωνος, ἀπηλιώτου Βερενίκης τῆς Ἡρακλείδου, τῆς δὲ τῶν ἀρουρῶν τριῶν ἐκ τοῦ ἀπὸ νότου μέρους, βορρᾶ …Ἀρτεμιδώρου, νότου …καὶ Τεῶτος, λιβὸς Θέωνος τοῦ προγεγραμμένου, ἀπηλιώτου τῆς αὐτῆς Βερενίκης, ἐπιδίδωμι τὸ ὑπόμνημα καὶ ἀξιῶ, ἐὰν φαίνεται ἀναγραφῆναι τὰ προκείμενα ἵνʼ ὦ ἀντειλημμένος. Λέων Ἡρακλείδου ἐπιδέδωκα τὸ προκείμενον ὑπόμνημα καὶ ὀμνύω Καίσαρα Αὐτοκράτορα Θεοῦ υἱὸν Δία Ἐλευθέριον Σεβαστὸν ἀληθῆ εἶναι τὰ προκείμενα καὶ …