Ancient Greek
P.Oslo 2 26 a
Documentary Papyri, P.Oslo 2 26a
Not analysed yet
Σοκμῆνι κωμογραμματεῖ κώμης Καρανίδος παρὰ Πτολεμαίου Ὀρσενούφεως ἀπὸ κώμης Καρανίδος. κατὰ τὰ κελευσθέντα ἀπογράφομαι ἅς γεωργῶ περὶ τὴν προκειμένην κώμην Καρανίδα τῆς κγ κληρουχίας Ψεναρψενήσεως Μαικηνατιανῆς οὐσίας καὶ Καμηλιανῆς οὐσίας ἀρούρας ε οὔσας ἐν ἀβρόχῳ πρὸς τὸ ἐνεστὸς δ ἔτος Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν. διὸ ἐπιδίδωμι. Πτολεμαῖος ὡς ἐτῶν ιζ οὐλὴ ἀντίχειρι δεξιῷ. Σοκμῆνις σεσημείωμαι Σοκμῆνι κωμογραμματεῖ κώμης Καρανίδος παρὰ …ρου Ἰουλιανοῦ οὐετρανοῦ …ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ἅς γεωργῶ περὶ τὴν προκιμένην κώμην Καρανίδα τῆς …κληρουχίας κατοικικῆς γῆς ἀρούρας· διὰ σωματισμοῦ εἰς …ον ου… καὶ εἰς …νιαν… οὔσας ἐν ἀβρόχῳ πρὸς τὸ ἐνεστὸς δ ἔτος Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν· διὸ ἐπιδίδωμι …ου… ρος Ἰουλιανὸς ἐπιδέδωκα