Ancient Greek
P.Oslo 2 33 Ro
Documentary Papyri, P.Oslo 2 33
Not analysed yet
Πτολεμαῖος Ἑρμίου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι παρὰ Λιμμναίου τοῦ Λιμμναίου ἅς καὶ αὐτὸς γεωργεῖ ἐν τῇ οὐσίᾳ Μάρκου Ἀ…νείου Σατορνίλου κλήρου ἀρούρας δέκατέσαρας εἰς τὸ ἐνεστὸς ἑκκαιδέκατον ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ μόνον εἰς σ πορὰν ἀρακίων καὶ κατάβρωμα προβάτων καὶ κοιτασμὸν καὶ ἐπισπείρειν λαχανοσπέρμῳ ἐπὶ μέρεσι πεντε ,τοῦ μὲν Λιμμναίου μέρη τρία ,τὰ δὲ λοιπὰ μέρη δύο ἐμοῦ τοῦ Πτολεμαίου . τὰ δὲ φόρετρα καὶ ἀλόητρα καὶ λίκμητρα ἐκ τῶν ἐμῶν τοῦ Πτολεμαίου μερῶν δύο ,τὰ δὲ λοιπὰ μέρη τρία τοῦ Λιμμναίου παραλαμβάνοντος καθὼς πρόκειται. τὰ δὲ λοιπὰ γεωργικὰ ἔργα πάντα τοῦ κλήρου, καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ σιφωνολογίας, ὄντων πρὸς ἐμὲ τὸν Πτολεμαῖον ἀσπερμί, τῆς δὲ δοθησομένης τοῦ ἀράκου τιμῆς οὔσης ἐμοῦ μόνου τοῦ Πτολεμαίου, τῶν δὲ τῆς οὐσίας ἐκφορίων καὶ δαπανημάτων πρὸς τὸν Λιμμναῖον, καὶ πάντα ποιήσω καθὼς πρόκειται. ἔτους ιϛ Τιβερίου Καίσαρος Σεβαστοῦ Φαῶφι θ ἔτους ἑνὸς καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος ἔτους …ἔτους ἑνὸς καὶ εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελαίου πεντεκαιδεκάτῃ, Φαῶφι πεντεκαιδεκάτῃ, ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος ἐδάνεισεν Γάειος Πετρώνιος στρατιώτης λεγιῶνος Λιμναῖος Λιμναίου τῷ πατρὶ πλεῖστα χαίρειν. ἔτους ἑνὸς καὶ εἰκοστοῦ Τιβερίου Καίσρος Σεβαστοῦ μηνὸς Ἀπελαίου πεντεκαιδεκάτῃ …