Ancient Greek
P.Oslo 2 34
Documentary Papyri, P.Oslo 2 34
Not analysed yet
Οὐιβίᾳ Δάφνῃ παρὰ Σεραπίωνος Πετρωνίου. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐκ τῶν ὑπαρχόντων σου περὶ κώμην Φιλαδέλφειαν κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ ἔτη τέσσερα ἀπὸ τοῦ ἐνάτου καὶ εἰκοστοῦ ἔτους, ἐκφορίου κατʼ ἔτος πυροῦ ἀρταβῶν δέκα ὀκτώ ,μέτρῳ ὀγδόου Βασύλλου λήμψεται ἐφʼ ἅλω τῆς δὲ Οὐιβίας ἐπιχορηγούσης κατʼ ἔτος εἰς σπέρματα πυροῦ ἀρτάβας τρεῖς ,τῶν ἔργων πάντων καὶ δημοσίων φορέτρων ὄντων πρὸς ἐμὲ τὸν μεμισθωμένον, τῶν δημοσίων πάντων ὄντων πρὸς σε τὴν γεοῦχον …