Ancient Greek
P.Oslo 2 37
Documentary Papyri, P.Oslo 2 37
Not analysed yet
Αὐρήλιος Μαρσοίας Ἀνουβᾶ μητρὸς Ἰσαιοῦτος ἀπὸ κώμης Διμιορ τοῦ Μεμφίτου νομοῦ Αὐρηλίῳ Κορνηλίῳ Πάσι ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ καὶ μεμετρῆσθαι ἐν κώμῃ Φιλαδελφίᾳ ἐν χρήσει εἰς ἰδίαν μου χρείαν σὺν ἡμιολίᾳ πυροῦ ἀρτάβας πέντε μέτρον α μέτρῳ τετραχοινίκῳ ἃς καὶ ἐπάναγκες ἀποδώσω σοι ἐν μηνὶ Παῦνι ἐν τῇ προγεγραμμένῃ κώμῃ ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν ὡς ἐν δημοσίῳ κατακεχωρισμένονκαὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μαρσοίας ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας σὺν ἡμιολίᾳ ἀρτάβας πέντε μέτρον α. Αὐρήλιος Ἀλύπιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους ιβ καὶ ια καὶ δ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παῶφι κ.