Ancient Greek
P.Oslo 2 36
Documentary Papyri, P.Oslo 2 36
Not analysed yet
Ἀλεξᾶς Ἑριέως τοῦ Ἀφροδισίου ἀπὸ κώμης Θεαδελφείας γενόμενος μισθωτὴς φοινικῶνος περὶ τὴν κώμην Ἑλένης τῆς Ἁρποκρατίωνος ἀρούρης ἡμίσους τετάρτου ὀγδόου Ἥρωνι Διοσκόρου νυνὶ μισθωτῇ τοῦ προκιμένου φοινικῶνος χαίρειν. ὁμολογῶ ἐπάναγκον ἀνοικοδομὴν ποιήσασθαι τῶν τοῦ δηλουμένου φοινικῶνος πλαστῶν ἃς καὶ παραδώσω ἀπηρτισμένας ἕως Μεσορὴ ἐννεακαιδεκάτης τοῦ ἐνεστῶτος ἔτους διὰ τὸ ἐπὶ τούτοις τότε μεμισθῶσθαί με. Ἀλεξᾶς ὡς ἐτῶν ν οὐλὴ ὀφρΰι ἀριστερᾷ εἰκονίσθη διὰ Διδύμου νομογράφου Εὐημερίας. ἔτους η Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ κε.