Ancient Greek
P.Oslo 2 43
Documentary Papyri, P.Oslo 2 43
Not analysed yet
ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς τιμὴν οἴνου κεραμίων τετραχόων λεγομένων πόσων εἰς ἅ παρέξομαι κοῦφα καὶ ἀποδώσω σοι τῶι Ἁθὺρ μηνὶ τοῦ εἰσιόντος ε ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μέτρωι οἰνικῶι Θέωνος τοῦ ἀδελφιδοῦ σου περὶ τὸ Μονίμου ἐποίκιον ἐν ἡλιαστηρίωι τοῦ αὐτοῦ ἀπὸ γενήματος τοῦ ἐνεστῶτος δ ἔτους ἀμπελῶνος τοῦ αὐτοῦ ἀδελφιδοῦ σου ὃν ἔχω ἐν μισθώσει ἀφʼ ἧς ἐὰν αἱρῇ λήνου ἀνυπερθέτως. εἰ δὲ μὴ, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν διπλῆν σὺν τόκοις διδραχμιαίοις γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. κυρία ἡ ἰδιόγραφός μου χείρ.